Πηγές για οἰκεῖοι ἄνθρωποι οἰκείωσις, Περίοδος Γ 9ος αι ως το 1081

Ἀλλὰ καὶ ἐπὶ τῆς ὁμάδος τῶν καλουμένων χωρίων καὶ ἀγριδίων πολλῷ μᾶλλον κρατείτω, ἵνα καὶ οἱ οἰκήτορες αὐτῶν πρὸς ἀλλήλους ἔχωσι τὴν προτίμησιν. Εἰ δὲ πάντες παραιτήσαιντο οἷς δέδοται ἡ προτίμησις...

Γράφων οὖν ὁ βασιλεύς πρῶτον μὲν τῆς χαλεπῆς ὑπερορίας καὶ τοῦ ἐν ἐκείνῃ τῷ Φωκᾶ ἐκρεύσαντος χρόνου, τῆς τε τῶν οἰκείων ἐρημίας, καὶ τῆς ἀπόρου πενίας, καὶ τοῦ ῥυπῶντος χιτῶνος καὶ τῶν...

Καὶ ταῦτα μὲν ὁ μετὰ ταῦτα ἐχέτω καιρὸς ὑπὲρ κοινῆς ὠφελείας καὶ καταστάσεως τῶν ἡμετέρων ὑπηκόων· δεῖ δὲ οὐκ ἐπὶ τοῖς μέλλουσι μόνον, ἀλλὰ καὶ ἐπὶ τοῖς φθάσασι τὴν ἐνδεχομένην ἐπεισάγειν...

κύκλοι δὲ περὶ αὐτὸν πλεῖστοι περιειστήκεσαν, ἀλλ’ ὁ μὲν ἀγχοῦ καὶ βραχύτερος τοῖς πρώτοις περιειλίττετο· ἄνδρες οὗτοι τῶν τε καλλίστων γενῶν τὰ πρῶτα καὶ τῆς ἡρωϊκῆς οὐδὲν ἀπεοικότες...

Κ(ύρι)ε βοήθ(ει) τῷ σῷ δούλ(ῳ) Ἀνδρονίκ(ῳ) πρωτοπροέδρῳ (καὶ) στρατιγῷ τῶν / Θρακησ[ί]ων [τ]ῷ [ἀ]νθρώ[π]ῳ (και)σαρο(ς) τοῦ Δούκα (sic)

Μηδεὶς οὖν μηκέτι μήτε τῶν περιφανῶν μαγίστρων ἢ πατρικίων, μήτε τῶν ἀρχαῖς ἢ στρατηγίαις ἢ πολιτικοῖς ἢ στρατιωτικοῖς ἀξιώμασι τετιμημένων, μήτε μὴν ὅλως τῶν εἰς συγκλήτου βουλὴν ἀπαριθμημένων,...

Κατὰ πρόφασιν μέντοι προικὸς ἢ προγαμιαίας δωρεᾶς ἢ ἐκ διαθήκης ἢ ἀνταλλαγῆς ἢ διαλύσεως καὶ οἰκείοις καὶ ἐξωτικοῖς ἅπαντες ἐκποιήτωσαν, μόνον ἵνα μή τις κατὰ σκῆψιν λάθρα πωλήσας ἢ μισθώσας τοῖς...

Τοῖς δὲ δυνατοῖς προσώποις ἀπαγορεύομεν τοῦ λοιποῦ υἱοθεσίας τρόπῳ ἢ ἀπὸ δωρεᾶς ἁπλῆς ἢ θανάτου αἰτίᾳ ἢ ἐκ διαθήκης ἢ καὶ κατὰ μόνην χρῆσιν ἢ ὡς ἐπί τινι προστασίᾳ καὶ συνδρομῇ λαμβάνειν τὶ παρὰ...