Πηγές για στρατιῶται στρατευόμενοι ἐν στρατείᾳ, Περίοδος Γ 9ος αι ως το 1081

ἐπισυνάξας δὲ τὰ στρατεύματα, οὐ μόνον ἐκ Θρᾴκης, ἀλλὰ καὶ τῶν περατικῶν θεμάτων, πένητάς τε πολλοὺς ἰδίοις ὀψωνίοις σφενδόναις καὶ ῥάβδοις ὡπλισμένους, βλασφημοῦντας ἅμα τοῖς στρατεύμασιν, ἤλασε...

δευτέραν σὺν ταύτῃ κάκωσιν, προσέταξε στρατεύεσθαι πτωχοὺς καὶ ἐξοπλίζεσθαι παρὰ τῶν ὁμοχώρων, παρέχοντας καὶ ἀνὰ ὀκτωκαίδεκα ἡμίσους νομισμάτων τῷ δημοσίῳ, καὶ ἀλληλεγγύως τὰ δημόσια. Τρίτην...

Φαμὲν δὲ καὶ μήτε πλούσιον, ἐὰν μὴ ἔχῃ τὰς τοῦ στρατηγοῦ ἀρετάς, προχειρίζεσθαι στρατηγὸν διὰ τὰ χρήματα, μήτε τὸν πένητα, ἐὰν ἀγαθός ἐστι, παραιτεῖσθαι διὰ τὴν πενίαν καὶ ἔνδειαν. Οὐ μὴν δὲ τὸν...

Τούτῳ τῷ ἔτει Νικηφόρος μετὰ τὰς ἀθέους ὑπεξελεύσεις τὰ στρατεύματα πάντῃ ταπεινῶσαι σκεψάμενος Χριστιανοὺς ἀποικίσας ἐκ παντὸς θέματος ἐπὶ τὰς Σκλαυινίας γενέσθαι προσέταξεν, τὰς δὲ τούτων...

Ὁ δὲ βασιλεὺς ἔναυλον ἔχων τῶν ἀδικιῶν καὶ ζημιῶν ὧν ὑπέστησαν οἱ ἐλεεινοὶ καὶ ἄθλιοι πένητες παρὰ τῶν στρατηγῶν καὶ πρωτονοταρίων καὶ στρατιωτῶν καὶ ἱπποτῶν ἐπὶ τοῦ πενθεροῦ αὐτοῦ Ῥωμανοῦ, ἄνδρας...

ἐννάτην, τοὺς τὰς παραθαλασσίας οἰκοῦντας, μάλιστα τῆς μικρᾶς Ἀσίας, ναυκλήρους μηδέποτε γηπονικῶς ζήσαντας ἄκοντας ὠνεῖσθαι ἐκ τῶν καθαρπαγέντων αὐτῷ κτημάτων, ὡς ἂν ἐκτιμηθῶσι παρ’ αὐτῷ. δεκάτην...

Μετὰ δὲ μέντοι δεκαετίαν ἀνεπιφώνητον κατὰ τῶν ὁπωσοῦν συναλλαξάντων ἢ δωρεᾶς δεξαμένων ἢ ἐκ διαθήκης τὶ κτησαμένων οὐδεμία παρ’ οὐδενὸς τῶν ἐντεῦθεν προτιμωμένων ἢ καὶ ὡς ἐκ τοῦ δημοσίου ζήτησις...

Σε΄. Ὅταν ἀπορῇς ἐξοπλίσεως τῶν στρατιωτῶν, τοῖς εὐπόροις μέν, μὴ στρατευομένοις δέ, κέλευε, ἐὰν μὴ βούλωνται στρατεύεσθαι, παρέχειν ἕκαστον ἵππον ἀντὶ ἑαυτοῦ καὶ ἄνδρα, καὶ οὕτως οἵ τε πένητες...

Συνάγονται δὲ οὐχὶ ἀπὸ καταγραφῆς στρατευόμενοι, ἀλλ’ ἕκαστος γνώμῃ ἑκουσίᾳ συντρέχοντες πανοικεί, πλούσιοι μὲν ὥστε ὑπὲρ τοῦ ἰδίου ἔθνους μισθῷ ἀποθανεῖν, πένητες δὲ ἵνα τι τῆς πραίδας κερδήσωσιν...