Πηγές για Περίοδος Α 6ος αι, ἀρχὴ ἄρχοντες

Ἡ δὲ ὀνομασία τῆς πόλεως ἀρχαία τις καὶ παλαιὰ ἀπὸ τῆς τῶν Ἀρμενίων γενεᾶς τε καὶ γλώττης ὠνόμαστο. Ἔστι δὲ λόγος τις περὶ αὐτοῦ χαρίεις τε καὶ πρὸς μυθοποιίαν οὐκ ἄμουσος. Γραφὴ γὰρ ἐν τῷ...

ἀλλ’ οἱ λογοθέται καλούμενοι οὐκ εἴων ἐκ τῶν καταλόγων ἀφαιρεῖσθαι τὰ τῶν τετελευτηκότων ὀνόματα, καίπερ ὁμοῦ διαφθειρομένων, ἄλλως τε καὶ κατὰ τοὺς πολέμους συχνοὺς γινομένους, τῶν πλείστων. οὐ...

Τρόπον δὲ καὶ ἄλλον τῆς ἐς τοὺς κατηκόους λεηλασίας ἐρῶν ἔρχομαι. οἱ βασιλεῖ τε καὶ ταῖς ἀρχαῖς ἐν Βυζαντίῳ ἢ ὁπλιζόμενοι ἢ γράμματα διαχειρίζοντες ἢ ἄλλο ὁτιοῦν ὑπηρετοῦντες τάσσονται μὲν ἐν τοῖς...

ὁ δὲ Πέτρος οὗτος ὥρμητο μὲν ἐξ Ἀρζανηνῆς, ἣ ἐκτὸς Νυμφίου ποταμοῦ ἐστι, Περσῶν κατήκοος ἐκ παλαιοῦ οὖσα, πρὸς Ἰουστίνου δὲ βασιλέως ἔτι παῖς ὢν ἠνδραπόδιστο, ἡνίκα Ἰουστῖνος μετὰ τὴν Ἀμίδης...

Πρόκλον οὖν τινα, ἀπόμαχον τῆς ἐπιχωρίου στρατιᾶς, εἴκοσι χρυσίνους ἀπαιτῶν εἰσφέρειν αὐτῷ συνώθει οὐκ ἔχοντα, καὶ πάντα τὰ τῶν ποινῶν ὄργανα ἀπήμβλυνε τοῖς νεύροις τοῦ ἀθλίου πένητος, ὃς τὸ...

Οὐ μὴν οὐδὲ τὰ ἐς τοὺς στρατιώτας αὐτῷ εἰργασμένα σιωπῇ δοτέον, οἷς δὴ τοὺς πονηροτάτους ἐπέστησεν ἀνθρώπων ἁπάντων χρήματα σφᾶς ὅτι πλεῖστα ξυλλέγειν ἐνθένδε κελεύσας, εὖ εἰδότας ὡς μοῖρα τῶν...

Πανταχόθι μέντοι τῆς Ῥωμαίων ἀρχῆς ὁ Ἰουστινιανὸς ἐποίει τάδε. τοὺς πονηροτάτους τῶν ἀνθρώπων ἀπολεξάμενος διεφθάρθαι ἀπεδίδοτο τὰς ἀρχὰς σφίσι χρημάτων μεγάλων. σώφρονι γὰρ ἀνδρὶ ἢ ξυνέσεως...

Ἐπειδὴ δὲ ᾠήθημεν χρῆναι διὰ τὴν τῶν τοιαῦτα ἐγχειριζομένων ἀπληστίαν τύπῳ γενικῷ τὸ πᾶν θεραπεῦσαι, θεσπίζομεν, εἴ τις γένηται κατὰ τὴν χώραν προφάσει τοιαύτης τινὸς ζητήσεως ἢ ἐπὶ τῆς...

ὅθεν Ῥωμαίοις καὶ τὰ ἐν Ἰταλίᾳ πράγματα λελύσθαι ξυνέπεσεν. οὗ δὴ Ἀλέξανδρος ὁ λογοθέτης σταλεὶς τοῖς μὲν στρατιώταις ταῦτα ἐπικαλεῖν οὐδεμιᾷ ὀκνήσει ἐθάρρει, τοὺς δὲ Ἰταλοὺς χρήματα ἔπραττε, τῶν...

ἐπεὶ δὲ ἐς Βυζάντιον μετάμεμπτος ἦλθεν, ἔτι μᾶλλον ἢ πρότερον αὐτοῦ ἡ ἀρετὴ ἐπὶ πλεῖστον ἐγνώσθη. αὐτός τε γάρ πάσῃ ἀρετῇ προὔχων καὶ πλούτου μὲν πολλοῦ ἐξουσίᾳ, δυνάμει δὲ ὑπασπιστῶν τε καὶ...