Πηγές για Περίοδος Α 6ος αι, ἄποροι πένητες πτωχοὶ

Πρόκλον οὖν τινα, ἀπόμαχον τῆς ἐπιχωρίου στρατιᾶς, εἴκοσι χρυσίνους ἀπαιτῶν εἰσφέρειν αὐτῷ συνώθει οὐκ ἔχοντα, καὶ πάντα τὰ τῶν ποινῶν ὄργανα ἀπήμβλυνε τοῖς νεύροις τοῦ ἀθλίου πένητος, ὃς τὸ...

Γυνή τις υἱὸν ἔχουσα δύο πρὸς τοῖς δέκα χρόνοις τὴν ἡλικίαν ἐκ γενετῆς ἄλαλον, αὕτη κατὰ τὸ λεληθὸς προσελθοῦσα καὶ τῇ μάνδρᾳ τοῦ ὁσίου προθεῖσα τὸν φίλτατον μετὰ χρηστῶν ἄπεισι τῶν ἐλπίδων. Ὁρῶσι...

ὅθεν Ῥωμαίοις καὶ τὰ ἐν Ἰταλίᾳ πράγματα λελύσθαι ξυνέπεσεν. οὗ δὴ Ἀλέξανδρος ὁ λογοθέτης σταλεὶς τοῖς μὲν στρατιώταις ταῦτα ἐπικαλεῖν οὐδεμιᾷ ὀκνήσει ἐθάρρει, τοὺς δὲ Ἰταλοὺς χρήματα ἔπραττε, τῶν...

ἦν δὲ Ἀλέξανδρός τις ἐν Βυζαντίῳ τοῖς δημοσίοις ἐφεστὼς λογισμοῖς· λογοθέτην τὴν τιμὴν ταύτην ἑλληνίζοντες καλοῦσι Ῥωμαῖοι. οὗτος ἀεὶ τοῖς στρατιώταις τὴν εἰς τὸ δημόσιον ἐπεκάλει ζημίαν. τοιούτων...

Δύο δὲ κόραι ἐν Βυζαντίῳ ἀδελφαὶ ἤτην, οὐκ ἐκ πατρός τε καὶ τριγονίας ὑπάτων μόνον, ἀλλ’ ἀνέκαθεν αἵματος τοῦ πρώτου ἔν γε τῇ συγκλήτῳ βουλῇ γεγονυῖαι. ταύταις ἤδη ἐς γάμον ἐλθούσαις ἀπολωλότων...

Εὗρον δὲ παρὰ δόξαν ἀργυραμοιβόν τινα Πέτρον ὀνόματι, Σύρον γένος, ὅνπερ ἐπίκλησιν Βαρσύμην ἐκάλουν• ὃς πάλαι μὲν ἐπὶ τῆς τοῦ χαλκοῦ τραπέζης καθήμενος κέρδη αἰσχρότατα ἐκ ταύτης δὴ ἐπορίζετο τῆς...

Ἔτι μέντοι καὶ ἄλλαις ζημιῶν ἰδέαις πολλαῖς τοὺς στρατιώτας ἀπέκναιον, ὥσπερ ἀμειβόμενοι τῶν ἐν τοῖς πολέμοις κινδύνων, ἐπικαλοῦντες τοῖς μὲν ὡς Γραικοὶ εἶεν, ὥσπερ οὐκ ἐξὸν τῶν ἀπὸ τῆς Ἑλλάδος τὸ...

Καὶ ἦν ἰδεῖν ἀληθῶς μητέρα ἐπὶ φιλτάτῳ παιδὶ καὶ παῖδα ἐπὶ φιλοθέῳ μητρὶ εὐφραινόμενον, εἶτα καὶ Θεὸν ἐπ’ αὐτοῖς οἰκειότατα δοξαζόμενον. Τίς γὰρ τῆς σεμνῆς ἐκείνης οὐκ εὐλόγησε τὸν καρπὸν, ἢ τίς...