Πηγές για Περίοδος Γ 9ος αι ως το 1081, δυνατοὶ κραταιοὶ

καὶ νόμον ὁ αὐτοκράτωρ ἐξέθετο• ἰδὼν γὰρ πολὺ πλεονεκτικὸν παρὰ τῶν ἀκορέστων ἐκχυθὲν καὶ τῶν ἐν μέσῳ τῶν ἐπαρχιῶν καὶ χωρίων ὑπεισελθόντων ἀρχόντων καὶ τοὺς ταλαιπώρους πένητας καταδυναστευόντων...

Ἀλλὰ καὶ ἐπὶ τῆς ὁμάδος τῶν καλουμένων χωρίων καὶ ἀγριδίων πολλῷ μᾶλλον κρατείτω, ἵνα καὶ οἱ οἰκήτορες αὐτῶν πρὸς ἀλλήλους ἔχωσι τὴν προτίμησιν. Εἰ δὲ πάντες παραιτήσαιντο οἷς δέδοται ἡ προτίμησις...

Καὶ ταῦτα μὲν ὁ μετὰ ταῦτα ἐχέτω καιρὸς ὑπὲρ κοινῆς ὠφελείας καὶ καταστάσεως τῶν ἡμετέρων ὑπηκόων· δεῖ δὲ οὐκ ἐπὶ τοῖς μέλλουσι μόνον, ἀλλὰ καὶ ἐπὶ τοῖς φθάσασι τὴν ἐνδεχομένην ἐπεισάγειν...

Εἰ δὲ καί τινας εὐνοϊκώτερον τὰ τῆς θείας ἐπεῖδε προνοίας ἢ ἄλλοις τισὶν ἀκαταλήπτοις λόγοις πρὸς κρείττονα μετεσκευάσατο τῆς παρούσης βιώσεως κατάστασιν, τῆς ταπεινοτέρας ἀφαρπάσασα τύχης καὶ...

Θεσπίζομεν τοιγαροῦν τοὺς ἐν πάσῃ χώρᾳ καὶ πολιτείᾳ, ἣν μετὰ θεὸν ἡ ὑφ’ ἡμᾶς διέπει ἀρχή, διάγοντας ἐλευθέραν καὶ ἀνενόχλητον τὴν λαχοῦσαν ἔχειν κατοίκησιν. Ἀλλ’ εἰ μὲν τοῦτο μένει φυλάττων ὁ...

Μετὰ δὲ μέντοι δεκαετίαν ἀνεπιφώνητον κατὰ τῶν ὁπωσοῦν συναλλαξάντων ἢ δωρεᾶς δεξαμένων ἢ ἐκ διαθήκης τὶ κτησαμένων οὐδεμία παρ’ οὐδενὸς τῶν ἐντεῦθεν προτιμωμένων ἢ καὶ ὡς ἐκ τοῦ δημοσίου ζήτησις...

Μηδεὶς οὖν μηκέτι μήτε τῶν περιφανῶν μαγίστρων ἢ πατρικίων, μήτε τῶν ἀρχαῖς ἢ στρατηγίαις ἢ πολιτικοῖς ἢ στρατιωτικοῖς ἀξιώμασι τετιμημένων, μήτε μὴν ὅλως τῶν εἰς συγκλήτου βουλὴν ἀπαριθμημένων,...

Κατὰ πρόφασιν μέντοι προικὸς ἢ προγαμιαίας δωρεᾶς ἢ ἐκ διαθήκης ἢ ἀνταλλαγῆς ἢ διαλύσεως καὶ οἰκείοις καὶ ἐξωτικοῖς ἅπαντες ἐκποιήτωσαν, μόνον ἵνα μή τις κατὰ σκῆψιν λάθρα πωλήσας ἢ μισθώσας τοῖς...

Τοῖς δὲ δυνατοῖς προσώποις ἀπαγορεύομεν τοῦ λοιποῦ υἱοθεσίας τρόπῳ ἢ ἀπὸ δωρεᾶς ἁπλῆς ἢ θανάτου αἰτίᾳ ἢ ἐκ διαθήκης ἢ καὶ κατὰ μόνην χρῆσιν ἢ ὡς ἐπί τινι προστασίᾳ καὶ συνδρομῇ λαμβάνειν τὶ παρὰ...