Πηγές για Περίοδος Γ 9ος αι ως το 1081, εὐπορία εὔποροι

ἀλλ’ ἐξήγειρεν ἡμῖν τινα πονηρὸν ἄνδρα καὶ βάσκανον τὸν τῆς σῆς βασιλείας ὑπήκοον, καὶ προσέρριψεν τῇ πενιχρᾷ ἡμῶν ἐπαρχίᾳ τῇ τῶν Μυρέων βάρους δημοσίου νομισμάτων μυρίων ἑκατὸν πεντήκοντα δύο,...

καὶ οὓς δ’ ἂν ἔμαθε τῶν ἐμπόρων ἢ ἐργαστηρίων προϊσταμένων πολλῶν εὐπορεῖν, στέλλων ἀφῃρεῖτο τὰ χρήματα, πολλοστόν τι μέρος ἐκείνοις ἐῶν, οἷον καὶ ἐπί τινι πράτῃ κηρίων εἰργάσατο. μαθὼν γὰρ τὸν...

Φαμὲν δὲ καὶ μήτε πλούσιον, ἐὰν μὴ ἔχῃ τὰς τοῦ στρατηγοῦ ἀρετάς, προχειρίζεσθαι στρατηγὸν διὰ τὰ χρήματα, μήτε τὸν πένητα, ἐὰν ἀγαθός ἐστι, παραιτεῖσθαι διὰ τὴν πενίαν καὶ ἔνδειαν. Οὐ μὴν δὲ τὸν...

μετακαλεσαμένη δὲ αὐτὸν ἡ προρρηθεῖσα γυνὴ Δανηλὶς πολλοῖς καὶ μεγάλοις δεξιοῦται χαρίσμασιν, ἐμφρόνως πάνυ καὶ συνετῶς ὥσπερ τινὰ σπόρον εἰς ἀγαθὴν αὐτὰ καταβαλλομένη χώραν, ἵνα ἀμήσῃ...

Ἔξεστι τῷ κατέχοντι ἀκίνητον διαπιπράσκειν πρὸς ὃν βούλεται πρόσωπον ἀνεπικωλύτως τε καὶ ἀνεπιφωνήτως. Πᾶν γὰρ ἀκίνητον ὑπὸ δημόσιον ὄν ἐκχωρεῖ ἡ βασιλεία μου τῷ τὴν καταβολὴν ποιουμένῳ τῶν...

Σε΄. Ὅταν ἀπορῇς ἐξοπλίσεως τῶν στρατιωτῶν, τοῖς εὐπόροις μέν, μὴ στρατευομένοις δέ, κέλευε, ἐὰν μὴ βούλωνται στρατεύεσθαι, παρέχειν ἕκαστον ἵππον ἀντὶ ἑαυτοῦ καὶ ἄνδρα, καὶ οὕτως οἵ τε πένητες...