Πηγές για Περίοδος Γ 9ος αι ως το 1081, ἀγροικικοὶ ἀγρόται γεωργοὶ

πέμπτην, τοὺς τῶν εὐαγῶν οἴκων παροίκους τοῦ τε ὀρφανοτροφείου καὶ τῶν ξενώνων καὶ γηροκομείων τε καὶ ἐκκλησιῶν καὶ μοναστηρίων βασιλικῶν τὰ καπνικὰ ἀπαιτεῖσθαι ἀπὸ τοῦ πρώτου ἔτους τῆς αὐτοῦ...

δευτέραν σὺν ταύτῃ κάκωσιν, προσέταξε στρατεύεσθαι πτωχοὺς καὶ ἐξοπλίζεσθαι παρὰ τῶν ὁμοχώρων, παρέχοντας καὶ ἀνὰ ὀκτωκαίδεκα ἡμίσους νομισμάτων τῷ δημοσίῳ, καὶ ἀλληλεγγύως τὰ δημόσια. Τρίτην...

ἐννάτην, τοὺς τὰς παραθαλασσίας οἰκοῦντας, μάλιστα τῆς μικρᾶς Ἀσίας, ναυκλήρους μηδέποτε γηπονικῶς ζήσαντας ἄκοντας ὠνεῖσθαι ἐκ τῶν καθαρπαγέντων αὐτῷ κτημάτων, ὡς ἂν ἐκτιμηθῶσι παρ’ αὐτῷ. δεκάτην...

Ἐπεὶ δὲ εἰώθασι πολλάκις οἱ καθεστηκότες ἐπὶ τῶν ἀρχῶν καὶ τῶν διοικήσεων, … ὑπέμνησέ ποτε καὶ τῷ γενναίῳ τούτῳ βασιλεῖ ἀπὸ τοιαύτης γνώμης ὁ τὴν τοῦ γενικοῦ τὸ τηνικαῦτα διέπων ἀρχὴν ἀποσταλῆναι...

Ἤδη δὲ αὐτοῦ τὴν παιδικὴν παραλλάξαντος ἡλικίαν καὶ πρὸς τὴν τῶν μειρακίων ἐλάσαντος καὶ τοῖς ἀνδρικωτέροις καιρὸν ἔχοντος προσβαίνειν ἐπιτηδεύμασιν, ἐξέλιπε τὸν βίον ὁ φύσας πατὴρ καὶ πρὸς τὴν...

… πένητα δέ φημί γενναῖον ἐὰν μὴ χρηματιστής ἐστι καὶ δωρολήπτης· τὸν γὰρ χρηματιστὴν οὐδ’ ἂν πλουσιώτατος ὢν τύχῃ συμφέρει ποτέ προχειρίζεσθαι στρατηγόν. ἀλλὰ μηδὲ μικρολόγον τινὰ καὶ καὶ...