Πηγές για Περίοδος Γ 9ος αι ως το 1081, ἄποροι πένητες πτωχοὶ

ἀλλ’ ἐξήγειρεν ἡμῖν τινα πονηρὸν ἄνδρα καὶ βάσκανον τὸν τῆς σῆς βασιλείας ὑπήκοον, καὶ προσέρριψεν τῇ πενιχρᾷ ἡμῶν ἐπαρχίᾳ τῇ τῶν Μυρέων βάρους δημοσίου νομισμάτων μυρίων ἑκατὸν πεντήκοντα δύο,...

καὶ νόμον ὁ αὐτοκράτωρ ἐξέθετο• ἰδὼν γὰρ πολὺ πλεονεκτικὸν παρὰ τῶν ἀκορέστων ἐκχυθὲν καὶ τῶν ἐν μέσῳ τῶν ἐπαρχιῶν καὶ χωρίων ὑπεισελθόντων ἀρχόντων καὶ τοὺς ταλαιπώρους πένητας καταδυναστευόντων...

ἐπισυνάξας δὲ τὰ στρατεύματα, οὐ μόνον ἐκ Θρᾴκης, ἀλλὰ καὶ τῶν περατικῶν θεμάτων, πένητάς τε πολλοὺς ἰδίοις ὀψωνίοις σφενδόναις καὶ ῥάβδοις ὡπλισμένους, βλασφημοῦντας ἅμα τοῖς στρατεύμασιν, ἤλασε...

Ἀλλὰ καὶ ἐπὶ τῆς ὁμάδος τῶν καλουμένων χωρίων καὶ ἀγριδίων πολλῷ μᾶλλον κρατείτω, ἵνα καὶ οἱ οἰκήτορες αὐτῶν πρὸς ἀλλήλους ἔχωσι τὴν προτίμησιν. Εἰ δὲ πάντες παραιτήσαιντο οἷς δέδοται ἡ προτίμησις...

δευτέραν σὺν ταύτῃ κάκωσιν, προσέταξε στρατεύεσθαι πτωχοὺς καὶ ἐξοπλίζεσθαι παρὰ τῶν ὁμοχώρων, παρέχοντας καὶ ἀνὰ ὀκτωκαίδεκα ἡμίσους νομισμάτων τῷ δημοσίῳ, καὶ ἀλληλεγγύως τὰ δημόσια. Τρίτην...

Ιστ΄. Πλούσιον δὲ μᾶλλον ἔφην ἢ πένητα, οὐκ ἀποδοκιμάζων διὰ τὴν τύχην τὸν ἀγαθὸν πένητα, ὥσπερ δὴ οὐδὲ τὸν πλούσιον ἐπαινῶν διὰ τὴν τῶν χρημάτων δαψίλειαν, εἰ τρόπων οὐκ ἀπολαύει χρηστῶν·...

Φαμὲν δὲ καὶ μήτε πλούσιον, ἐὰν μὴ ἔχῃ τὰς τοῦ στρατηγοῦ ἀρετάς, προχειρίζεσθαι στρατηγὸν διὰ τὰ χρήματα, μήτε τὸν πένητα, ἐὰν ἀγαθός ἐστι, παραιτεῖσθαι διὰ τὴν πενίαν καὶ ἔνδειαν. Οὐ μὴν δὲ τὸν...

Καὶ ταῦτα μὲν ὁ μετὰ ταῦτα ἐχέτω καιρὸς ὑπὲρ κοινῆς ὠφελείας καὶ καταστάσεως τῶν ἡμετέρων ὑπηκόων· δεῖ δὲ οὐκ ἐπὶ τοῖς μέλλουσι μόνον, ἀλλὰ καὶ ἐπὶ τοῖς φθάσασι τὴν ἐνδεχομένην ἐπεισάγειν...

Συμπάθειαν δὲ καὶ τὸν πρὸς πένητας οἰκτιρμὸν καὶ πλουσιώτατον ἔλεον, οὕτως ἱλαρῶς τοῖς χρῄζουσι, κατὰ τὸν εἰπόντα, μετέδωκεν, ὡς πάντας τοὺς ἐπὶ χορηγίᾳ καὶ διαρκείᾳ πενήτων κηρυττομένους...

ἄλλοις μὲν οὖν φροντίδων ἀρχὴ ἡ τῶν γονέων τελευτὴ προσγίνεσθαι πέφυκεν, τὸν καταλειφθέντα κλῆρον διὰ φροντίδος ποιουμένοις καὶ τὰ κατ’ οἶκον εὖ διατίθεσθαι σπεύδουσιν· Νικολάῳ δὲ οὐ φροντὶς...